Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.102.3 | Hdt. 7.103.4 (English) | >>Hdt. 7.104.2 |
7.103.2 εἰ γὰρ κείνων ἕκαστος δέκα ἀνδρῶν τῆς στρατιῆς τῆς ἐμῆς ἀντάξιός ἐστι , σὲ δέ γε δίζημαι εἴκοσι εἶναι ἀντάξιον , καὶ οὕτω μὲν ὀρθοῖτʼ ἂν ὁ λόγος ὁ παρὰ σέο λεγόμενος · εἰ δὲ τοιοῦτοί τε ἐόντες καὶ μεγάθεα τοσοῦτοι , ὅσοι σύ τε καὶ οἳ παρʼ ἐμὲ φοιτῶσι Ἑλλήνων ἐς λόγους αὐχέετε τοσοῦτον , ὅρα μὴ μάτην κόμπος ὁ λόγος οὗτος εἰρημένος ᾖ .
7.103.3 ἐπεὶ φέρε ἴδω παντὶ τῷ οἰκότι · κῶς ἂν δυναίατο χίλιοι ἢ καὶ μύριοι ἢ καὶ πεντακισμύριοι , ἐόντες γε ἐλεύθεροι πάντες ὁμοίως καὶ μὴ ὑπʼ ἑνὸς ἀρχόμενοι , στρατῷ τοσῷδε ἀντιστῆναι ; ἐπεί τοι πλεῦνες περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι , ἐόντων ἐκείνων πέντε χιλιάδων .
7.103.4 ὑπὸ μὲν γὰρ ἑνὸς ἀρχόμενοι κατὰ τρόπον τὸν ἡμέτερον γενοίατʼ ἄν , δειμαίνοντες τοῦτον , καὶ παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες , καὶ ἴοιεν ἀναγκαζόμενοι μάστιγι ἐς πλεῦνας ἐλάσσονες ἐόντες · ἀνειμένοι δὲ ἐς τὸ ἐλεύθερον οὐκ ἂν ποιέοιεν τούτων οὐδέτερα . δοκέω δὲ ἔγωγε καὶ ἀνισωθέντας πλήθεϊ χαλεπῶς ἂν Ἕλληνας Πέρσῃσι μούνοισι μάχεσθαι .
7.103.5 ἀλλὰ παρʼ ἡμῖν μὲν μούνοισι τοῦτο ἐστὶ τὸ σὺ λέγεις , ἔστι γε μὲν οὐ πολλὸν ἀλλὰ σπάνιον · εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήσουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι · τῶν σὺ ἐὼν ἄπειρος πολλὰ φλυηρέεις .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.102.3 | Hdt. 7.103.4 (English) | >>Hdt. 7.104.2 |